The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Δαναοὶ κτείναντες ἔχουσιν.
- Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
- λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
- μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
- αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
- Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
- Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
- οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,
- φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ
- δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,
- πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος
- τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο
- θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων