The Trojan Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. όν τε θάλαμον ἑστίας,
  2. μηδὲ πόλιν Πιτάνας
  3. χαλκόπυλόν τε θεάν,
  4. δύσγαμον αἶσχος ἑλὼν
  5. Ἑλλάδι τᾷ μεγάλᾳ
  6. καὶ Σιμοεντιάσιν
  7. μέλεα πάθεα ῥοῇσιν.
Χορός
  1. ἰὼ ἰώ,
  2. καίνʼ ἐκ καινῶν μεταβάλλουσαι
  3. χθονὶ συντυχίαι. λεύσσετε Τρώων
  4. τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι
  5. νεκρόν, ὃν πύργων δίσκημα πικρὸν
  6. Δαναοὶ κτείναντες ἔχουσιν.
Ταλθύβιος
  1. Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος
  2. λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου
  3. μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·
  4. αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας
  5. Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς
  6. Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.
  7. οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,