The Trojan Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δάκρυσι κατᾴορα στένει·
- βοᾷ βοᾷ·
- Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-
- ζουσι σέθεν ἀπʼ ὀμμάτων
- κυανέαν ἐπὶ ναῦν
- εἰναλίαισι πλάταις
- ἢ Σαλαμῖνʼ ἱερὰν
- ἢ δίπορον κορυφὰν
- Ἴσθμιον, ἔνθα πύλας
- Πέλοπος ἔχουσιν ἕδραι.
- εἴθʼ ἀκάτου Μενέλα
- μέσον πέλαγος ἰούσας,
- δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι
- Αἰγαίου κεραυνοφαὲς πῦρ,
- Ἰλιόθεν ὅτε με πολύδακρυν
- Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,
- χρύσεα δʼ ἔνοπτρα, παρθένων
- χάριτας, ἔχουσα τυγχάνει
- Διὸς κόρα·
- μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ-