Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
- πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
- οὐκ ἄλλῳ, τέκνον.
- ἡ τύχη πόθεν ποθʼ ἥκει;
- δύο μίαν θαυμάζομεν.
- ἔα. τίνος δέ σοι πέφυκα μητρός;
- οὐκ ἔχω φράσαι.
- οὐδὲ Φοῖβος εἶπε;
- τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.
- γῆς ἄρʼ ἐκπέφυκα μητρός.
- οὐ πέδον τίκτει τέκνα.
- πῶς ἂν οὖν εἴην σός;
- οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν.
- φέρε λόγων ἁψώμεθʼ ἄλλων.
- ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον.
- ἦλθες ἐς νόθον τι λέκτρον;
- μωρίᾳ γε τοῦ νέου.
- πρὶν κόρην λαβεῖν Ἐρεχθέως;
- οὐ γὰρ ὕστερόν γέ πω.
- ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας;