Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα —
Ἴων
  1. οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους.
Ξοῦθος
  1. κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς.
Ἴων
  1. ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ;
Ξοῦθος
  1. οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν.
Ἴων
  1. καὶ τί μοι λέξεις;
Ξοῦθος
  1. πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ἴων
  1. τίς λέγει τάδε;
Ξοῦθος
  1. ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴων
  1. μαρτυρεῖς σαυτῷ.
Ξοῦθος
  1. τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια.
Ἴων
  1. ἐσφάλης αἴνιγμʼ ἀκούσας.
Ξοῦθος
  1. οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν.
Ἴων
  1. ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξοῦθος
  1. τὸν συναντήσαντά μοι —
Ἴων
  1. τίνα συνάντησιν;
Ξοῦθος
  1. δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ
Ἴων
  1. συμφορᾶς τίνος κυρῆσαι;
Ξοῦθος
  1. παῖδʼ ἐμὸν πεφυκέναι.
Ἴων
  1. σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;