Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Φοίβου τοῦ κατὰ ναόν.
  2. ὦ Παιὰν ὦ Παιάν,
  3. εὐαίων εὐαίων
  4. εἴης, ὦ Λατοῦς παῖ.
Ἴων
  1. ἀλλʼ ἐκπαύσω γὰρ μόχθους
  2. δάφνας ὁλκοῖς,
  3. χρυσέων δʼ ἐκ τευχέων ῥίψω
  4. Γαίας παγάν,
  5. ἃν ἀποχεύονται
  6. Κασταλίας δῖναι,
  7. νοτερὸν ὕδωρ βάλλων,
  8. ὅσιος ἀπʼ εὐνᾶς ὤν.
  9. εἴθʼ οὕτως αἰεὶ Φοίβῳ
  10. λατρεύων μὴ παυσαίμαν,
  11. ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.
  12. ἔα ἔα·
  13. φοιτῶσʼ ἤδη λείπουσίν τε
  14. πτανοὶ Παρνασοῦ κοίτας·
  15. αὐδῶ μὴ χρίμπτειν θριγκοῖς
  16. μηδʼ ἐς χρυσήρεις οἴκους —