Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μυρσίνας ἱερὰν φόβαν·
  2. ᾇ σαίρω δάπεδον θεοῦ
  3. παναμέριος ἅμʼ ἁλίου
  4. πτέρυγι θοᾷ
  5. λατρεύων τὸ κατʼ ἦμαρ.
  6. ὦ Παιὰν ὦ Παιάν,
  7. εὐαίων εὐαίων
  8. εἴης, ὦ Λατοῦς παῖ.
Ἴων
  1. καλόν γε τὸν πόνον, ὦ
  2. Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ-
  3. ω τιμῶν μαντεῖον ἕδραν·
  4. κλεινὸς δʼ ὁ πόνος μοι
  5. θεοῖσιν δούλαν χέρʼ ἔχειν
  6. οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις·
  7. εὐφάμους δὲ πόνους
  8. μοχθεῖν οὐκ ἀποκάμνω.
  9. Φοῖβός μοι γενέτωρ πατήρ·
  10. τὸν βόσκοντα γὰρ εὐλογῶ,
  11. τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος
  12. ὄνομα λέγω