Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
  2. καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
  3. εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
  4. ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι.
  5. ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις
  6. τόλμας Κρεούσης πώματός τε μηχανάς.
  7. θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
  8. ὁ πυθόχρηστος Λοξίου νεανίας,
  9. κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
  10. Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
  11. ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.