Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.
  2. καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
  3. ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος,
  4. ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας
  5. ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα
  6. ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς
  7. θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
  8. θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς
  9. χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη
  10. ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,
  11. βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν;