Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας
- ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω.
- ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ·
- φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους·
- οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας
- ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις
- λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ.
- ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε
- φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου·
- χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς.