Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
- οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
- σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
- οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
- Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;
- τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι
- ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω
- λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν
- πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα,
- ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ.