Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν,
  2. ἄφρονα λόγον
  3. οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ
  4. σθένουσιν θεοί;
  5. — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ.
  6. — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα.
  7. — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω.
Χορός
  1. —χοροὶ χοροὶ
  2. καὶ θαλίαι μέλουσι Θή-
  3. βας ἱερὸν κατʼ ἄστυ.
  4. μεταλλαγαὶ γὰρ δακρύων,
  5. μεταλλαγαὶ συντυχίας
  6. νέας ἔτεκον ἀοιδάς.
  7. βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος
  8. κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον.
  9. δοκημάτων
  10. ἐκτὸς ἦλθεν ἐλπίς.
Χορός
  1. θεοὶ θεοὶ
  2. τῶν ἀδίκων μέλουσι καὶ
  3. τῶν ὁσίων ἐπᾴειν.