Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ
  2. πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
  3. ἰώ·
  4. δίκα καὶ θεῶν παλίρρους πότμος.
  5. —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
  6. ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
  7. —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
  8. πάλιν ἔμολεν —
  9. ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
  10. παθεῖν — γᾶς ἄναξ.
  11. —ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
  12. σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος
  1. ἰώ μοί μοι.
Χορός
  1. —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
  2. φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
  3. >βοᾷ
  4. φόνου φροίμιον στενάζων ἄναξ.
Λύκος
  1. ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ.
Χορός
  1. —καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων
  2. τόλμα, διδούς γε τῶν δεδραμένων δίκην.