Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται
  2. ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν
  3. ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν
  4. πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ
  5. ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην.
Χορός
  1. —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ
  2. πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα.
  3. ἰώ·
  4. δίκα καὶ θεῶν παλίρρους πότμος.
  5. —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών,
  6. ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν.
  7. —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς·
  8. πάλιν ἔμολεν —
  9. ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν
  10. παθεῖν — γᾶς ἄναξ.
  11. —ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω
  12. σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω.
Λύκος
  1. ἰώ μοί μοι.
Χορός
  1. —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν
  2. φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω.
  3. >βοᾷ