Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
  2. ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
  3. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
  4. στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος
  1. ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
  1. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —
Λύκος
  1. τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
Ἀμφιτρύων
  1. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις ---
Λύκος
  1. ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
Ἀμφιτρύων
  1. καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
  1. ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
Ἀμφιτρύων
  1. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος
  1. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Ἀμφιτρύων
  1. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος
  1. ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
  2. οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
  3. σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,
  4. ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων.
Ἀμφιτρύων
  1. σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως
  2. ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς
  3. κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν