Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων,
  2. ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν.
Ἀμφιτρύων
  1. ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα
  2. ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς·
  3. ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν.
  4. ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν,
  5. στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ.
Λύκος
  1. ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου;
Ἀμφιτρύων
  1. δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι —
Λύκος
  1. τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον;
Ἀμφιτρύων
  1. ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις ---
Λύκος
  1. ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον.
Ἀμφιτρύων
  1. καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν.
Λύκος
  1. ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ.
Ἀμφιτρύων
  1. οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν.
Λύκος
  1. χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων.
Ἀμφιτρύων
  1. μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε.
Λύκος
  1. ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον,
  2. οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν
  3. σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι,