Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὔπω καταπαύσομεν
  2. Μούσας, αἵ μʼ ἐχόρευσαν.
Χορός
  1. παιᾶνα μὲν Δηλιάδες
  2. ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν
  3. Λατοῦς εὔπαιδα γόνον
  4. εἱλίσσουσαι καλλίχορον·
  5. παιᾶνας δʼ ἐπὶ σοῖς μελά-
  6. θροις κύκνος ὣς γέρων ἀοι-
  7. δὸς πολιᾶν ἐκ γενύων
  8. κελαδήσω· τὸ γὰρ εὖ
  9. τοῖς ὕμνοισιν ὑπάρχει·
  10. Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας
  11. πλέον ὑπερβάλλων ἀρετᾷ
  12. μοχθήσας τὸν ἄκυμον
  13. θῆκεν βίοτον βροτοῖς
  14. πέρσας δείματα θηρῶν.
Λύκος
  1. ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ·
  2. χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις
  3. κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν.
  4. ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους