Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι
- θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα·
- φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν
- οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι·
- ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος.
- ἁ νεότας μοι φίλον αἰ-
- εί· τὸ δὲ γῆρας ἄχθος
- βαρύτερον Αἴτνας σκοπέλων
- ἐπὶ κρατὶ κεῖται, βλεφάρων
- σκοτεινὸν φάος ἐπικαλύψαν.