Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων
  2. πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε
  3. καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε·
  4. σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ
  5. τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων·
  6. οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους.
  7. ἆ,
  8. οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων
  9. τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ;
  10. ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν,