Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον
- τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν.
- τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ;
- πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ
- δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει,
- οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν
- ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις
- δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας.
- ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα
- ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς.
- μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις·
- ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις,
- ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα·
- ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα.
- καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν
- καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν.
- ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα
- ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ·
- μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται
- τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν
- μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον.