Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες;
  2. ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός —
  3. πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους
  4. καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν
  5. ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους
  6. κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ,
  7. τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι·
  8. τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι
  9. νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου,
  10. Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται.
  11. τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ
  12. καὶ παισὶ καὶ --- γέροντι; χαιρόντων πόνοι·
  13. μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα.
  14. καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός,
  15. θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν
  16. ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε
  17. Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων
  18. οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς
  19. ὁ καλλίνικος ὡς πάροιθε λέξομαι.
Χορός
  1. δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα,
  2. πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων.