Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
- ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
- ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών.
- ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων
- στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα,
- ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον,
- πατέρα τε δακρύοντα — συμφορὰς τίνας;
- φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς·
- γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος;
- ὦ φίλτατʼ ἀνδρῶν ---
- ὦ φάος μολὼν πατρί ---
- ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις;
- τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ;
- διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι,
- εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν·
- τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων,
- καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ.
- Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου.
- τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων.
- πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών;