Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
  2. τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,
  3. ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
  4. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
  5. σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
  6. ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
  7. ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη
  8. ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.
  9. ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ
  10. βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
  11. πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
Μεγάρα
  1. ἔα·
  2. ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;
Ἀμφιτρύων
  1. οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
Μεγάρα
  1. ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
  2. εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
  3. τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
  4. οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
  5. δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,
  6. ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς