Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. γαλανείας τιθεὶς ἐρετμοῖς·
Χορός
  1. —οὐρανοῦ θʼ ὑπὸ μέσσαν
  2. ἐλαύνει χέρας ἕδραν,
  3. Ἄτλαντος δόμον ἐλθών,
  4. ἀστρωπούς τε κατέσχεν οἴ-
  5. κους εὐανορίᾳ θεῶν·
Χορός
  1. —τὸν ἱππευτάν τʼ Ἀμαζό-
  2. νων στρατὸν Μαιῶτιν ἀμφὶ
  3. πολυπόταμον ἔβα διʼ Ἄ-
  4. ξεινον οἶδμα λίμνας,
  5. τίνʼ οὐκ ἀφʼ Ἑλλανίας
  6. ἄγορον ἁλίσας φίλων,
  7. κόρας Ἀρείας πέπλων
  8. χρυσεόστολον φάρος,
  9. ζωστῆρος ὀλεθρίους ἄγρας.
  10. τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ-
  11. βάρου κόρας λάφυρα, καὶ
  12. σῴζεται Μυκήναις.
Χορός
  1. —τάν τε μυριόκρανον
  2. πολύφονον κύνα Λέρνας