Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
  2. ζον κάθαιμα σῖτα γένυσι,
  3. χαρμοναῖσιν ἀνδροβρῶσι
  4. δυστράπεζοι· πέραν δʼ
  5. ἀργυρορρύτων Ἕβρου
  6. διεπέρασεν ὄχθων,
  7. Μυκηναίῳ πονῶν τυράννῳ.
Χορός
  1. —ἄν τε Πηλιάδʼ ἀκτὰν
  2. Ἀναύρου παρὰ πηγὰς
  3. Κύκνον ξεινοδαΐκταν
  4. τόξοις ὤλεσεν, Ἀμφαναί-
  5. ας οἰκήτορʼ ἄμεικτον·
Χορός
  1. —ὑμνῳδούς τε κόρας
  2. ἤλυθεν ἑσπέριον ἐς αὐλάν,
  3. χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ-
  4. ξων, δράκοντα πυρσόνωτον,
  5. ὅς σφʼ ἄπλατον ἀμφελικτὸς
  6. ἕλικʼ ἐφρούρει, κτανών·
  7. ποντίας θʼ ἁλὸς μυχοὺς
  8. εἰσέβαινε, θνατοῖς