Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ξύνοιδε Πηνειὸς ὁ καλ-
- λιδίνας μακραί τʼ ἄρου-
- ραι πεδίων ἄκαρποι
- καὶ Πηλιάδες θεράπναι
- σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
- λοι, πεύκαισιν ὅθεν χέρας
- πληροῦντες χθόνα Θεσσαλῶν
- ἱππείαις ἐδάμαζον·
- —τάν τε χρυσοκάρανον
- δόρκαν ποικιλόνωτον
- συλήτειραν ἀγρωστᾶν
- κτείνας, θηροφόνον θεὰν
- Οἰνωᾶτιν ἀγάλλει·
- —τεθρίππων τʼ ἐπέβα
- καὶ ψαλίοις ἐδάμασε πώλους
- Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
- ζον κάθαιμα σῖτα γένυσι,
- χαρμοναῖσιν ἀνδροβρῶσι
- δυστράπεζοι· πέραν δʼ
- ἀργυρορρύτων Ἕβρου
- διεπέρασεν ὄχθων,