Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
- μολπᾷ Φοῖβος ἰαχεῖ
- τὸν κάλλει φθιτόν, κιθάραν
- ἐλαύνων πλήκτρῳ χρυσέῳ·
- ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
- ἐς ὄρφναν μολόντα, παῖδʼ
- εἴτε Διός νιν εἴπω,
- εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
- ὑμνῆσαι στεφάνωμα μό-
- χθων διʼ εὐλογίας θέλω.
- γενναίων δʼ ἀρεταὶ πόνων
- τοῖς θανοῦσιν ἄγαλμα.
- —πρῶτον μὲν Διὸς ἄλσος
- ἠρήμωσε λέοντος,
- πυρσῷ δʼ ἀμφεκαλύφθη
- ξανθὸν κρᾶτʼ ἐπινωτίσας
- δεινῷ χάσματι θηρός·
- —τάν τʼ ὀρεινόμον ἀγρίων
- Κενταύρων ποτὲ γένναν
- ἔστρωσεν τόξοις φονίοις,
- ἐναίρων πτανοῖς βέλεσιν.