Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ξύνοιδε Πηνειὸς ὁ καλ-
  2. λιδίνας μακραί τʼ ἄρου-
  3. ραι πεδίων ἄκαρποι
  4. καὶ Πηλιάδες θεράπναι
  5. σύγχορτοί τʼ Ὀμόλας ἔναυ-
  6. λοι, πεύκαισιν ὅθεν χέρας
  7. πληροῦντες χθόνα Θεσσαλῶν
  8. ἱππείαις ἐδάμαζον·
Χορός
  1. —τάν τε χρυσοκάρανον
  2. δόρκαν ποικιλόνωτον
  3. συλήτειραν ἀγρωστᾶν
  4. κτείνας, θηροφόνον θεὰν
  5. Οἰνωᾶτιν ἀγάλλει·
Χορός
  1. —τεθρίππων τʼ ἐπέβα
  2. καὶ ψαλίοις ἐδάμασε πώλους
  3. Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα-
  4. ζον κάθαιμα σῖτα γένυσι,
  5. χαρμοναῖσιν ἀνδροβρῶσι
  6. δυστράπεζοι· πέραν δʼ
  7. ἀργυρορρύτων Ἕβρου