Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. μολπᾷ Φοῖβος ἰαχεῖ
  2. τὸν κάλλει φθιτόν, κιθάραν
  3. ἐλαύνων πλήκτρῳ χρυσέῳ·
  4. ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
  5. ἐς ὄρφναν μολόντα, παῖδʼ
  6. εἴτε Διός νιν εἴπω,
  7. εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
  8. ὑμνῆσαι στεφάνωμα μό-
  9. χθων διʼ εὐλογίας θέλω.
  10. γενναίων δʼ ἀρεταὶ πόνων
  11. τοῖς θανοῦσιν ἄγαλμα.
Χορός
  1. —πρῶτον μὲν Διὸς ἄλσος
  2. ἠρήμωσε λέοντος,
  3. πυρσῷ δʼ ἀμφεκαλύφθη
  4. ξανθὸν κρᾶτʼ ἐπινωτίσας
  5. δεινῷ χάσματι θηρός·
Χορός
  1. —τάν τʼ ὀρεινόμον ἀγρίων
  2. Κενταύρων ποτὲ γένναν
  3. ἔστρωσεν τόξοις φονίοις,
  4. ἐναίρων πτανοῖς βέλεσιν.