Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
- οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
- Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
- κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
- στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
- ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον
- κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται.
- τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς
- ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος
- τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει