Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο
- κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
- καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,
- τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
- βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
- ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
- γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
- ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
- τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
- τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς