Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·
  2. οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,
  3. ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι
  4. δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς
  5. κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,
  6. ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.
  7. σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι·
  8. ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;
  9. καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;
  10. ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;