Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.
- ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ
- ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν
- δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ
- ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.
- ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν
- μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων
- διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.
- ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·
- σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,