Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα
- βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα
- ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν.
- γέρων δὲ δή τις ἔστι Καδμείων λόγος
- ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος
- τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν,
- τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς
- Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός.
- οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος,
- Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών,
- κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός,
- στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν.
- ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον