Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε
  2. λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς
  3. δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο.
  4. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ,
  5. Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς
  6. Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν
  7. ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν
  8. Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς
  9. ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων,
  10. καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν,
  11. ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο
  12. κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα.
  13. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους,