Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
- βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
- τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα
- τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
- ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
- θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
- ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ
- οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων,
- κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν.
- ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας,
- ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται
- δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς.
- ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον,