Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
- εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης
- ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.
- τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
- τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
- ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον
- πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
- τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,
- σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,
- ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
- σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
- τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
- ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν