Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
- ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
- μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
- οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
- ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
- τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
- τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.
- ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ,
- ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε·
- Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις
- παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις
- οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων,
- ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι,