Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
- ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
- δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
- δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
- πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
- κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
- διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
- οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως
- ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
- ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
- ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
- ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
- εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.