Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην·
  2. ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων
  3. ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ
  4. ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν·
  5. νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον.
  6. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς,
  7. ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν·
  8. δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς
  9. δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος —
  10. πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας,
  11. κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας
  12. διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς,
  13. οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως
  14. ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά.
  15. ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ
  16. ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν,
  17. ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ
  18. εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν.
  19. σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα
  20. ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς,
  21. μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας.
  22. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ,
  23. ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι
  24. τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων
  25. τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι.