Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς
  2. τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα
  3. σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται
  4. ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς,
  5. θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι
  6. τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
  7. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
  8. ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
  9. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
  10. τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
  11. θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
  12. ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
Ἡρακλῆς
  1. οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν,
  2. ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις
  3. στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν
  4. οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,
  5. οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.
  6. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός,
  7. οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.
  8. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν,
  9. μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος·
  10. ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται,
  11. οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος.
  12. ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν
  13. τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω.