Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς.
  2. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος,
  3. οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι.
  4. οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος,
  5. συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας
  6. πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως
  7. Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες.
  8. καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς
  9. φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή;
  10. Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν,