Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα.
- ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο,
- ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις
- ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ
- τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα
- λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας
- Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους.
- οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε
- ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ.
- ---