Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
- πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·
- ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
- ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
- ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
- ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
- ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
- ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
- Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
- κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
- τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
- ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
- διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
- Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
- ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
- τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
- παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
- ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
- Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
- ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων