Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
Ἡρακλῆς
  1. ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
  2. πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
  3. ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
  4. πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν
  5. μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
  6. ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
  7. ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
  8. ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
  9. Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο
  10. Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
  11. πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·
  12. ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
  13. ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
  14. ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
  15. ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
  16. ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
  17. ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
  18. Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
  19. κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
  20. τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
  21. ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
  22. διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
  23. Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
  24. ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.