Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων;
Θησεύς
  1. ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά.
Ἡρακλῆς
  1. τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ;
Θησεύς
  1. τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν.
Ἡρακλῆς
  1. φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν.
Θησεύς
  1. οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
Ἡρακλῆς
  1. ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι.
Θησεύς
  1. ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν.
Ἡρακλῆς
  1. οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα.
Θησεύς
  1. κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς.
Ἡρακλῆς
  1. ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν;
Θησεύς
  1. ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.
Ἡρακλῆς
  1. τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν.
Θησεύς
  1. δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
Ἡρακλῆς
  1. αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
Θησεύς
  1. ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
Ἡρακλῆς
  1. γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ.
Θησεύς
  1. δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
Ἡρακλῆς
  1. θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
Θησεύς
  1. εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
Ἡρακλῆς
  1. σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
Θησεύς
  1. ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
Ἡρακλῆς
  1. οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον.
Θησεύς
  1. εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
Ἡρακλῆς
  1. οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.