Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων.
- ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι.
- ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν.
- οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα.
- κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς.
- ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν;
- ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ.
- τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν.
- δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
- αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.