Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν.
Ἀμφιτρύων
  1. ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων
  2. πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον.
  3. βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί,
  4. ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ
  5. γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε
  6. δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά-
  7. σχεθε λέοντος ἀγρίου θυμόν, ὡς
  8. βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ,
  9. κακὰ θέλων κακοῖς συνάψαι, τέκνον.