Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
  2. σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
Θησεύς
  1. φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
Ἀμφιτρύων
  1. οὐκ ἂν εἰδείης ἕτερον
  2. πολυμοχθότερον πολυπλαγκτότερόν
  3. τε θνατῶν.
Θησεύς
  1. τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
Ἀμφιτρύων
  1. αἰδόμενος τὸ σὸν ὄμμα
  2. καὶ φιλίαν ὁμόφυλον
  3. αἷμά τε παιδοφόνον.