Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει.
Χορός
  1. ἀδύνατʼ ἀδύνατά μοι.
Ἀμφιτρύων
  1. σῖγα, πνοὰς μάθω·
  2. φέρε πρὸς οὖς βάλω.
Χορός
  1. εὕδει;
Ἀμφιτρύων
  1. ναί, εὕδει
  2. ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,
  3. ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.
Χορός
  1. στέναζέ νυν —
Ἀμφιτρύων
  1. στενάζω.
Χορός
  1. τέκνων ὄλεθρον —
Ἀμφιτρύων
  1. ὤμοι.
Χορός
  1. σέθεν τε παιδὸς —
Ἀμφιτρύων
  1. αἰαῖ.
Χορός
  1. ὦ πρέσβυ ---
Ἀμφιτρύων
  1. σῖγα σῖγα·
  2. παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,
  3. ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χορός
  1. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.
Ἀμφιτρύων
  1. ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ-
  2. λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ
  3. φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα,
  4. πρὸς δὲ κακοῖς κακὰ μήσεται
  5. πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει.
Χορός
  1. τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ
  2. φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας